danuvius (danuvius) wrote,
danuvius
danuvius

Любителям греческой словесности. Псевдо-Златоустово Слово на Пасху.

CPGS 4605 (TLG 2062/259), cf. CPGS 3251 (TLG 2112/12,13).
Увы, этот шедевр церковной византийской гомилетки, любимый всеми православными, не имеет шансов быть Златоустовым, хотя известен еще на грузинском и арабском. Другие версии существуют под именем Амфилохия Иконийского (см. CPG 3251), а принятая Церковью известна также под именами того же Амфилохия и Филофея КНП.

Κατηχητικὸς εἰς τὸ ἅγιον πάσχα.

Εἴ τις εὐσεβὴς καὶ φιλόθεος, ἀπολαυέτω τῆς καλῆς ταύτης πανηγύρεως· εἴ τις δοῦλος εὐγνώμων, εἰσελθέτω χαίρων εἰς τὴν χαρὰν τοῦ Κυρίου αὐτοῦ· εἴ τις ἔκαμε νηστεύων, ἀπολαβέτω νῦν τὸ δηνάριον· εἴ τις ἀπὸ πρώτης ὥρας εἰργάσατο, δεχέσθω σήμερον τὸ δίκαιον ὄφλημα· εἴ τις μετὰ τὴν τρίτην ἦλθεν, εὐχαριστῶν ἑορτάσῃ· εἴ τις μετὰ τὴν ἕκτην ἔφθασε, μηδὲν ἀμφιβαλλέτω· καὶ γὰρ οὐδὲν ζημιοῦται· εἴ τις ὑστέρησεν εἰς τὴν ἐννάτην, προσελθέτω μηδὲν ἐνδοιάζων· εἴ τις εἰς μόνην ἔφθασε τὴν ἑνδεκάτην, μὴ φοβηθῇ τὴν βραδυτῆτα. Φιλότιμος γὰρ ὢν ὁ Δεσπότης δέχεται τὸν ἔσχατον, καθάπερ καὶ τὸν πρῶτον· ἀναπαύει τὸν τῆς ἑνδεκάτης, ὡς τὸν ἐργασάμενον ἀπὸ τῆς πρώτης· καὶ τὸν ὕστερον ἐλεεῖ, καὶ τὸν πρῶτον θεραπεύει· κἀκείνῳ δίδωσι, καὶ τούτῳ χαρίζεται. Καὶ τὴν πρᾶξιν τιμᾷ, καὶ τὴν πρόθεσιν ἐπαινεῖ. Οὐκοῦν εἰσέλθητε πάντες εἰς τὴν χαρὰν τοῦ Κυρίου ἡμῶν, καὶ πρῶτοι καὶ δεύτεροι τὸν μισθὸν ἀπολάβετε, πλούσιοι καὶ πένητες μετὰ ἀλλήλων χορεύσατε, ἐγκρατεῖς καὶ ῥᾴθυμοι τὴν ἡμέραν τιμήσατε, νηστεύσαντες καὶ μὴ νηστεύσαντες εὐφράνθητε σήμερον. Ἡ τράπεζα γέμει, τρυφήσατε πάντες· ὁ μόσχος πολὺς, μηδεὶς ἐξέλθοι πεινῶν. Πάντες ἀπολαύσατε τοῦ πλούτου τῆς χρηστότητος. Μηδεὶς θρηνείτω πενίαν· ἐφάνη γὰρ ἡ κοινὴ βασιλεία· μηδεὶς ὀδυρέσθω τὰ πταίσματα· συγ- γνώμη γὰρ ἐκ τοῦ τάφου ἀνέτειλε· μηδεὶς φοβείσθω τὸν θάνατον· ἠλευθέρωσε γὰρ ἡμᾶς ὁ τοῦ Σωτῆρος θάνατος· ἔσβεσεν αὐτὸν ὑπ' αὐτοῦ κατεχόμενος· ἐκόλασε τὸν ᾅδην κατελθὼν εἰς τὸν ᾅδην· ἐπίκρανεν αὐτὸν γευσάμενον τῆς σαρκὸς αὐτοῦ. Καὶ τοῦτο προλαβὼν Ἡσαΐας ἐβόησεν· Ὁ ᾅδης, φησὶν, ἐπικράνθη. Συναντήσας σοι κάτω ἐπικράνθη· καὶ γὰρ καθῃρέθη· ἐπικράνθη· καὶ γὰρ ἐνεπαίχθη. Ἔλαβε σῶμα, καὶ Θεῷ περιέτυχεν· ἔλαβε γῆν, καὶ συνήντησεν οὐρανῷ· ἔλαβεν ὅπερ ἔβλεπε, καὶ πέπτωκεν ὅθεν οὐκ ἔβλεπε. Ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος; Ἀνέστη Χριστὸς, καὶ σὺ καταβέβλησαι· ἀνέστη Χριστὸς, καὶ πεπτώκασι δαίμονες· ἀνέστη Χριστὸς, καὶ χαίρουσιν ἄγγελοι· ἀνέστη Χριστὸς, καὶ νεκρὸς οὐδεὶς ἐπὶ μνήματος. Χριστὸς γὰρ ἐγερθεὶς ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Subscribe

  • Post a new comment

    Error

    default userpic

    Your reply will be screened

    Your IP address will be recorded 

    When you submit the form an invisible reCAPTCHA check will be performed.
    You must follow the Privacy Policy and Google Terms of use.
  • 32 comments